‘ σε φροντίζειν ὁ μέγας Ὠρομάσδης 1 ἠθέλησε:'’ τοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι ‘ θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν 2.’ ἀληθέστερον δ᾽ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν; ὅπως ὧν [p. 14] θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν.
ὁρᾷς τὸν ὑψοῦ τόνδ᾽ ἄπειρον αἰθέρα,ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δ᾽ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δ᾽ ἀνέμοις τὰ δ᾽ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ,
3 καὶ γῆν πέριξ ἔχονθ᾽ ὑγραῖς ἐν ἀγκάλαις 4;