Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφαιρῶν μοχθηρὸν ἢ γνώμην ἐφ᾽ ὃ δεῖ συγκατευθύνων τρόπον τινὰ δημοσίᾳ φιλοσοφεῖ καὶ τὸ κοινὸν ἐπανορθοῦται, ᾧ 1 πάντες διοικοῦνται. τοῖς ἱερεῦσιν αἰδῶ καὶ τιμὴν αἱ πόλεις νέμουσιν, ὅτι τἀγαθὰ παρὰ τῶν θεῶν οὐ μόνον αὑτοῖς καὶ φίλοις καὶ οἰκείοις, ἀλλὰ κοινῇ πᾶσιν αἰτοῦνται τοῖς πολίταις καίτοι τοὺς θεοὺς οἱ ἱερεῖς οὐ ποιοῦσιν ἀγαθῶν δοτῆρας, ἀλλὰ τοιούτους ὄντας παρακαλοῦσι τοὺς δ᾽ ἄρχοντας οἱ συνόντες τῶν φιλοσόφων δικαιοτέρους ποιοῦσι καὶ μετριωτέρους καὶ προθυμοτέρους εἰς τὸ εὖ ποιεῖν, ὥστε καὶ χαίρειν εἰκός ἐστι μᾶλλον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.