ἀλλ᾽ εὐμενῆ πάντα καὶ φίλα καὶ ποιοῦντα πλείστων τυγχάνειν 1 ἀγαθῶν καὶ 2 ἑαυτῷ χαίρειν ἕκαστον. τοῦ δὲ προφορικοῦ τὴν Μοῦσαν ὁ Πίνδαρος 3 ‘οὐ φιλοκερδῆ’ φησὶν ‘ οὐδ᾽ ἐργάτιν’ εἶναι πρότερον, οἶμαι δὲ μηδὲ νῦν, ἀλλ᾽ ἀμουσίᾳ καὶ ἀπειροκαλίᾳ τὸν κοινὸν Ἑρμῆν ἐμπολαῖον καὶ ἔμμισθον γενέσθαι. οὐ γὰρ ἡ μὲν Ἀφροδίτη ταῖς τοῦ Προποίτου 4 θυγατράσιν ἐμήνιεν ὅτι
πρῶται μίσεα μηχανήσαντο καταχέειν νεανίσκων,5 ἡ δ᾽ Οὐρανία καὶ Καλλιόπη καὶ ἡ Κλειὼ χαίρουσι τοῖς ἐπ᾽ 6 ἀργυρίῳ λυμαινομένοις τὸν λόγον. ἀλλ᾽ ἔμοιγε δοκεῖ τὰ τῶν Μουσῶν ἔργα καὶ δῶρα μᾶλλον ἢ τὰ τῆς Ἀφροδίτης φιλοτήσια εἶναι, καὶ γὰρ τὸ [p. 6]