διαδίδωσιν εἰς ἑτέρους, ἀλλ᾽ ἐν ἑνὶ ποιήσας ἐκείνῳ γαλήνην καὶ ἡσυχίαν ἀπεμαράνθη καὶ συνεξέλιπεν. ἂν δ᾽ ἄρχοντος ἀνδρὸς καὶ πολιτικοῦ καὶ πρακτικοῦ καθάψηται καὶ τοῦτον ἀναπλήσῃ καλοκαγαθίας, πολλοὺς δι᾽ ἑνὸς ὠφέλησεν, ὡς Ἀναξαγόρας Περικλεῖ συγγενόμενος καὶ Πλάτων Δίωνι καὶ Πυθαγόρας τοῖς πρωτεύουσιν Ἰταλιωτῶν. Κάτων δ᾽ αὐτὸς [p. 4] ἔπλευσεν ἀπὸ στρατιᾶς 1 ἐπ᾽ Ἀθηνόδωρον καὶ Σκιπίων 2 μετεπέμψατο Παναίτιον, ὅτ᾽ αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ὑφορώμενον 34