Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν πόλιν καὶ τῶν
Κορινθίων περὶ ἀπαλλαγῆς χρωμένων, ὁ θεὸς ἀνεῖλε μῆνιν εἶναι
Ποσειδῶνος οὐκ ἀνήσοντος, ἕως ἂν τὸν Ἀκταίωνος θάνατον μετέλθοιεν.
ταῦτα πυθόμενος Ἀρχίας, αὐτὸς γὰρ θεωρὸς ἦν, εἰς μὲν τὴν Κόρινθον
ἑκὼν οὐκ ἐπανῆλθε, πλεύσας δ᾽ εἰς τὴν
Σικελίαν Συρακούσας ἔκτισε. πατὴρ δὲ γενόμενος ἐνταῦθα θυγατέρων δυεῖν,
Ὀρτυγίας τε καὶ Συρακούσης, ὑπὸ τοῦ Τηλέφου δολοφονεῖται, ὃς ἐγεγόνει
μὲν αὐτοῦ παιδικά, νεὼς δ᾽ ἀφηγούμενος
συνέπλευσεν εἰς Σικελίαν.
ἀνὴρ πένης Σκέδασος τοὔνομα κατῴκει Λεῦκτρα: ἔστι δὲ κώμιον τῆς τῶν
Θεσπιέων χώρας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.