κἀπὶ Κυρβάντεσι χορεύσατε1 φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. ‘τρίτη 2 δ᾽ ἀπὸ Μουσῶν λαβοῦσ᾽ ἁπαλὴν καὶ ἄβατον ψυχὴν’ τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δ᾽ ἀρειμάνιος 3 αὕτη 4 λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ 5 θεῶν 6 ἀνίεται καὶ βακχεύεται
ἄχορον 7 ἀκίθαριν δακρυογόνον Ἄρη’
βοὰν τ᾽ ἔνδημον ἐξοπλίζουσα 8.