Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περιηγητὴν ‘οὕτω δὴ τούτους’ ἔφη ‘τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας: αὐτοὶ δ᾽ ἀφ᾽ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.’
καὶ ὁ Πραξιτέλης ‘ταῦτ᾽’ εἶπεν ‘ἄδηλα 1, καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι 2 φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδ᾽ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.