Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ λίαν ἄκρατός ἐστι καὶ σύντονος, ἥ τε πρὸς τὰ σκώμματα καὶ βωμολοχίας εὐχέρεια δεινῶς κατάκορος καὶ ἀναπεπταμένη καὶ γέμουσα ῥημάτων ἀκόσμων καὶ ἀκολάστων ὀνομάτων: ἔτι δ᾽ ὥσπερ ἐν τοῖς ἡγεμονικοῖς δείπνοις ἑκάστῳ παρέστηκε τῶν κατακειμένων οἰνοχόος, οὕτω δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθ᾽ ἕκαστον ἐξηγεῖσθαι, τίς ὁ Λαισποδίας 1 παρ᾽ Εὐπόλιδι καὶ ὁ Κινησίας 2 παρὰ Πλάτωνι καὶ ὁ Λάμπων 3 παρὰ Κρατίνῳ, καὶ τῶν κωμῳδουμένων ἕκαστος: ὥστε γραμματοδιδασκαλεῖον ἡμῖν γενέσθαι [p. 290] τὸ συμπόσιον ἢ κωφὰ καὶ ἄσημα τὰ σκώμματα ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.