‘ συγκαλυψάμενον 1 καθεύδειν: ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα [p. 123] μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν 2 τὸν δ᾽ ὄρθρον ἀρχήν: καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας 3, ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος
κῶμοί τ᾽ 4 εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν:τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ 5 πριόνων καὶ ’