Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι: οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς: ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δ᾽ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις 1 ἀπηλλάχθαι προσήκει 2.’
πρὸς ταῦθ᾽ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους: ἐγὼ δ᾽ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον ὁ Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρὸν ‘ὦ τᾶν’ εἶπον 3 ‘ἢ 4 καταθέσθαι δίκαιος εἶ μεθ᾽ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι 5 φλέγοντα τοῖς ῥοδίνοις στέφανον, ’
1 φιληδονίαις Emperius: φιληδονίας Sed malim φιληδονίαις παρούσαις
2 ἀπηλλάχθαι προσήκει scripsi cum eodem: ἀπήλλακται lac. 2 solus Vd
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.