Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὕτω γὰρ ἐφαρμόσειν. εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι: καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε: καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον ‘ταυτὶ μέν’ ἔφη ‘καὶ τυφλῷ δῆλα’ Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος ‘τοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ:’ ‘ἀλλά μοι’ εἶπεν ‘ἀδύνατον ’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.