previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια 1 τὴν ἡμέραν καλοῦντες: καὶ πάλαι γ᾽ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρ᾽ ἡμῖν δ᾽ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δ᾽ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι [p. 126] τοῦ οἴνου μετὰ ζέφυρον: οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος 2. ἔθυσεν οὖν πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον 3, ἐπαινουμένου 4 τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθ᾽ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς 5 τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον: δ᾽ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι: διὸ καὶ γλεύκους 6 οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν: ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν 7. ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ:
8 τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δ᾽ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: