Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χαριζόμεθα τὸ ποθεῖν καὶ τὸ τιμᾶν καὶ τὸ
μεμνῆσθαι τῶν ἀπογενομένων, ἡ δὲ θρήνων
ἄπληστος ἐπιθυμία καὶ πρὸς ὀλοφύρσεις ἐξάγουσα καὶ κοπετοὺς αἰσχρὰ μὲν
οὐχ ἧττον τῆς περὶ τὰς ἡδονὰς [p. 578] ἀκρασίας, λόγῳ 1 δὲ
συγγνώμης ἔτυχεν, ὅτι τὸ λυπηρὸν αὐτῆς καὶ πικρὸν ἀντὶ τοῦ τερπνοῦ
τῷ αἰσχρῷ πρόσεστι. τί γὰρ ἀλογώτερον ἢ τὸ γέλωτος μὲν ὑπερβολὰς
καὶ περιχαρείας ἀφαιρεῖν, τοῖς δὲ κλαυθμῶν
καὶ ὀδυρμῶν ῥεύμασιν ἐκ μιᾶς πηγῆς φερομένων εἰς ἅπαν ἐφιέναι; καὶ
περὶ μύρου μὲν ἐνίους καὶ πορφύρας διαμάχεσθαι ταῖς γυναιξί, κουρὰς δὲ
συγχωρεῖν πενθίμους καὶ βαφὰς ἐσθῆτος μελαίνας 2 καὶ καθίσεις ἀμόρφους καὶ
κατακλίσεις ἐπιπόνους;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.