previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν Μεγάροις, Βακχυλίδης ποιητὴς 1 ἐν Πελοποννήσῳ, πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδ᾽ ἔρριψαν ἑαυτούς, ἀλλ᾽ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, δι᾽ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται: τῶν δ᾽ ἐκβαλόντων καὶ καταστασιασάντων 2 οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται .

διὸ καὶ γελοῖός ἐστιν νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξός; ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται: τοῦ δὲ μηδὲν ἀλλ᾽ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπενεἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν ἤμην;ἠδόξει δὲ Κάμιλλος ἐκ [p. 568] τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε: καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος οὐδ᾽ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης γραψάμενος Θεμιστοκλῆς φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ἐκβαλὼν Κικέρων ἐκβληθείς, καὶ Ἀριστοφῶν κατηγορήσας Τιμόθεος μεταστὰς ἐκ τῆς πατρίδος.

ἀλλ᾽ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν λέγει καθ᾽ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος: “” 3 ταῦτα πρώτως 4 οὐκ ὀρθῶς οὐδ᾽ ἀληθῶς ἀξιοῦται. πρῶτον μὲν γὰρ οὐ δούλου τὸμὴ λέγειν τις φρονεῖ,’ ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας; καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε

σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν ἵν᾽ ἀσφαλές. 5
ἔπειτα τὴν τῶν κρατούντων ἀμαθίαν οὐχ ἧττον οἴκοι [p. 569] μένοντας φεύγοντας ἀνάγκη φέρειν: ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν βιάζεσθαι

1 ποιητὴς] Ἰουλιήτης Cobetus

2 καταστασιασάντων Emperius: στασιασάντων

3 Eur. Phoen. 388

4 πρώτως] ὁρᾷς ὡς R. Bene habet. cf. Thesaurus in v. Fort. etiam respecitur ad p. 570 lin. 6 τὰ δ᾽ ἑξῆς

5 Nauck. p. 486

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: