Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀγαθοί, πρὸς τὸ
συμπεσὸν 1 ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς αἰσχίστοις 2
ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλ᾽ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι
φυλάττοντες:’ ταῦτα τοῦ Χάρωνος λέγοντος, τὸ μὲν φρόνημα καὶ τὴν
καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν
ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα. ‘τὸ δ᾽
ὅλον’ εἶπεν ὁ Πελοπίδας ‘οὐδ᾽ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ
[p. 540] Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν
υἱόν: τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθ᾽ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ
νῦν ἐκπεμπτέος, ἵν᾽ ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται
τιμωρὸς; ἐπὶ τοὺς τυράννους.’
‘οὐκ ἔστιν’ εἶπεν ὁ Χάρων ἀλλ᾽ ‘
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.