Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῶν 1 παλαιῶν παντοδαποὺς
χαρακτῆρας , ἀντέγραψε τῷ βασιλεῖ καὶ: πρὸς ἡμᾶς ἔφρασεν, ὡς
Μούσαις ἀγῶνα συντελεῖσθαι κελεύει τὰ
γράμματα τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ Πρωτεῖ βασιλεύοντι γραμματικῆς,
ἣν 2 Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν
ὑφηγεῖσθαι μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν
θεὸν ἄγειν σχολὴν καὶ εἰρήνην, διὰ
φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ
τῶν δικαίων, τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς
ἡγούμεθα τὸν Χόνουφιν, καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.