Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν: ἀλλ᾽
ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατ᾽
ἄλλην, ἔνια δὲ καθ᾽ εἱμαρμένην: 1 καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ
πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθ᾽ εἱμαρμένην. ἔστω δ᾽ ὁ λόγος τὰ νῦν
περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθ᾽ ὃ
τι ἂν καὶ λέγηται: οἷον τὸ κατὰ νόμον
τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως: οὕτω δὲ καὶ τὸ καθ᾽
εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη. ἡ δ᾽ ἀνωτάτω πρόνοια
πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε
καὶ ἑκάτερον. ἔστι δ᾽, ὡς πρότερον εἴρηται
τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. ‘λέγωμεν γὰρ δή’ φησὶν ὁ
Τίμαιος 2
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.