Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας
αὐτῇ 1 τῷ λόγῳ, οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς
τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν
ἔπειτ᾽ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ
προστιθέασι: καίτοι γε κατὰ ταὐτὰ 2 καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται
τῷ κατὰ συμβεβηκός: οἷον δ᾽ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων, 3 ἀλλ᾽ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι 4
γεγραμμένων, σαφέστατα προσπίπτει. γέγραπται δ᾽ [p. 477] ὧδε:
‘οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο 5 ὃν τρόπον ἐγένετο; ναί:
ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις: καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι
γενομένης; αὐτῆς 6 ὕστερον ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.