Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν
οὐχ ἥ γε κατὰ 1 μέρος οὐδ᾽ ἡ καθ᾽ ἕκαστα.
ποία τις οὖν καὶ ἥδε κατ᾽ αὖ τόδε 2 τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν,
ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς 3 πρῶτον μὲν τὰ πλεῖστα,
εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει: ἔπειτα μὴν καθόλου τὰ πόλει
προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὲ
τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον. ἀκολούθως 4 τοίνυν ὁ πολιτικὸς
νόμος περὶ τ᾽ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων
ὡσαύτως: ἀλλ᾽ οὐ περὶ τοῦδ᾽ ἢ 5 τοῦδ᾽ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν
καθόλου
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.