Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί
σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτ᾽ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς
τὸ γράφειν εὐλάβειαν.
πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται: ἡ μὲν
γάρ ἐστιν ἐνέργεια ἡ δ᾽ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ
ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ 1 λέγων ‘θεσμός τε Ἀδραστείας
ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς
γενομένη:’ ἐν δὲ τῷ Τιμαίῳ 2 ‘νόμους’ οὓς ἐπὶ τῇ τοῦ παντὸς
φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.