Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα,
χρήσιμον δὲ μηδὲν μηδ᾽ ἀναγκαῖον μηδ᾽ ὀνησιφόρον, ἆρ᾽ οὐκ εἰκὸς
ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ δι᾽ ἡδονὴν
ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ
ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου
κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ
τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν
εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.