Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ λόγῳ καταμαθεῖν,
ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων
ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον: οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ
Θηβαίοις, ὅσα δὲ Βυζαντίους ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν: αὑτῷ
δὲ τῆς διακονίας μετεῖναι φάσκων. λανθάνει γὰρ οὕτω τὸν ἀκροατὴν τοῖς
ἰδίοις ἐπαίνοις συνυποδυόμενος 1 ὃς τοῦ ὑπὲρ αὑτοῦ
λεγομένοις ἥδεται καὶ χάριν μὲν ἐφ᾽ οἶς
κατώρθωσεν ἔχει, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ ἀγαπᾶν
δι᾽ ὃν κατώρθωσεν. ὅθεν καὶ Ἐπαμεινώνδας, Μενεκλείδου ποτὲ χλευάζοντος
αὐτὸν ὡς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.