Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μηδὲ πεφύκασιν.
ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν, ἐν ἀφθόνοις γενόμενοι καὶ
χορηγίαν ἔχοντες: ὥσπερ ὁ Δημοσθένης; ἔλεγε πρὸς τοὺς νομίζοντας
τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι, ‘νῦν
γὰρ’ ἔφη ‘μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας:’ τοῖς δ᾽ εἰς
μηδὲν ἡδὺ μηδὲ χρήσιμον πολιτευομένοις οὐκ [p. 362] ἔστιν
ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδ᾽ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις
ἁπάντων.
ἀλλὰ νὴ Δία, φήσει τις, ὅτι 1 παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι
καὶ θησαυρίζουσι. πῶς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.