This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ι῾ππόμαχος ὁ ἀλείπτης , ἐπαινούντων τινῶν ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας
ὡς πυκτικόν, ‘εἴπερ’ ἔφη ‘καθελεῖν ἔδει τὸν στέφανον
κρεμάμενον’ τοῦτ᾽ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον
ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας, ‘εἴ γ᾽ ἔδει πωλουμένην πρίασθαι τὴν
εὐδαιμονίαν’ καίτοι πολλοὺς ἂν εἴποι τις, ὅτι μᾶλλον ἐθέλουσι
πλουτεῖν καὶ κακοδαιμονοῦντες μακάριοι γενέσθαι δόντες ἀργύριον, ἀλλ᾽ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία,
μεγαλοφροσύνη, εὐστάθεια, θαρραλεότης, αὐτάρκεια: τῷ πλουτεῖν οὐκ ἔνεστι
τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν
περιττῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.