Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλὰ μὴν
εὐπραξίαις τε καὶ τιμαῖς καὶ ἀρχαῖς παίδων ἀδελφοῦ χαίροντα καὶ
σεμνυνόμενον αὔξειν προσήκει καὶ συνεξορμᾶν
πρὸς τὰ καλὰ καὶ κατορθοῦντας ἀφειδῶς ἐπαινεῖν: αὑτοῦ γὰρ υἱὸν
ἐπαχθὲς ἴσως ἐγκωμιάζειν, ἀδελφοῦ δὲ σεμνὸν καὶ οὐ φίλαυτον ἀλλὰ
φιλόκαλον καὶ θεῖον ὡς ἀληθῶς. δοκεῖ γάρ μοι καὶ τοὔνομα καλῶς
ὑφηγεῖσθαι πρὸς εὔνοιαν ἀδελφιδῶν 1 καὶ
ἀγάπησιν. δεῖ δὲ καὶ τὰ τῶν κρειττόνων ζηλοῦν: Ἡρακλῆς τε γὰρ δυεῖν
δέοντας [p. 277] ἑβδομήκοντα γεννήσας παῖδας, οὐδενὸς ἧττον
αὐτῶν τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.