Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἷον ἄρχοντ᾽, 1 ἐπιτρόποις τισὶ
καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ
τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ: [p. 207] καὶ μεγίστων. ὡς γὰρ τὰ
λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ
πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ
ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ
μείζονα λαμβάνουσαν. ἐπὶ πᾶσι τοίνυν τὸ
μὲν τοῦ
Ἐμπεδοκλέους 2 μέγα καὶ θεῖον ἡγούμην, τὸ
‘νηστεῦσαι κακότητος :’ ἐπῄνουν δὲ
κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδ᾽
ἀφιλοσόφους τὰς ἐν εὐχαῖς ὁμολογίας,
ὁμιλίας ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ
οἴνου, τιμῶντας ἐγκρατείᾳ τὸν θεόν: ἢ
ψευδολογίας
πάλιν ἀπέχεσθαι χρόνον ὡρισμένον, αὑτοῖς
προσέχοντας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.