ἀεὶ δ᾽ ἀοιδῶν μοῦνος ἐν στέγαις1 ὀργίλου ἀνδρός 2
κωκυτὸς ἐμπέπτωκε,μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας. οὐ μὴν ἀλλ᾽ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπ᾽ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων. αὕτη γὰρ αὔξει μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς 3 ἀναφανῇ μοχθηρὸς ἢ φιλεῖν δόξας ἐν [p. 205]