Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ
νομίζειν ἀλλὰ
μᾶλλον ἐκείνου καταφρονεῖν, ὡς δι᾽
ἀσθένειαν ἢ πλημμέλειαν 1 ἢ προπέτειαν ἢ
ῥᾳθυμίαν ἢ ἀνελευθερίαν ἢ γῆρας ἢ
νεότητα πλημμελοῦντος. οἰκέταις δὲ καὶ
φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν. οὐ
γὰρ ὡς ἀδυνάτων οὐδ᾽ ὡς ἀπράκτων, ἀλλὰ
δι᾽ ἐπιείκειαν
ἢ δι᾽ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δ᾽ ὡς
φιλούντων καταφρονοῦσι: νυνὶ δ᾽ οὐ μόνον
πρὸς [p. 199] γυναῖκα καὶ δούλους
καὶ φίλους ὡς καταφρονούμενοι τραχέως
ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις
καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπ᾽ ὀργῆς
συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι , καὶ
κυσὶν
1 ἢ πλημμέλειαν] del. Stegmannus
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.