ἐκόμπασ᾽ ἀλοιδόρητα 12 φησίν
ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων.τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δ᾽ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ ὑπὸ τοῦ λόγου: τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ: καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλ᾽ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ