Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γὰρ ἔσχον ὡς
κρατεῖν ἔστι τῷ λογισμῷ. ἑώρων δ᾽ οὐ
μόνον ψυχροῦ κατασκεδαννυμένου λήγουσαν
ὀργὴν ὡς
Ἀριστοτέλης 1 ἱστόρησεν, 2 ἀλλὰ καὶ φόβου
προσαχθέντος ἀποσβεννυμένην καὶ νὴ Δία
χαρᾶς ἐπιγενομένης ἄφνω καθ᾽ Ὅμηρον 3
‘ἰάνθη’ καὶ διεχύθη πολλοῖς ὁ θυμός.
ὥστε μοι παρίστατο μὴ παντελῶς ἀβοήθητον
εἶναι τοῖς γε βουλομένοις τὸ πάθος. οὐδὲ γὰρ ἀρχὰς
ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ
σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ
τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς
ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν
ἀδελφιδῆν προσαγορεύσασα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.