Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κυβερνήτην ἔξωθεν ἢ προσδέξεται
λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ
ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ
τὸν οἰκεῖον λογισμόν. ἀλλ᾽ [p. 181] ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι
συνάγουσι, καὶ παρατίθενται τἀπιτήδεια τὰς
ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα
δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν
λαμβάνοντας ἐκ φιλοσοφίας κατακομίζειν εἰς τὴν
ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται
καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους:
οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ
τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.