Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλάκις ἔχοντι
κατὰ χώραν 1 ἐν τῇ Ὁμηρικῇ 2 πείσῃ μένοντα
τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ
μισοπονηρίας,
εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι,
καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί
τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων
λαμβάνουσιν. [p. 180]
συλλ. οὐδέτερα
τούτων, ἔστιν, ὦ Φουνδάνε: ποίει δ᾽ ὡς
λέγω, χαριζόμενος ἡμῖν.
φουνδ. καὶ μὴν ὧν
γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ
Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους
βιοῦν τοὺς
σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον,
οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.