Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σοφιστικὰς
δοκοῦσιν οὐ φιλοσόφους δικαιώσεις 1 καὶ
ἀποδράσεις ἐκ
τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων.
καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας
καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας
εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς
ἐνταῦθα χρώμενοι τοῖς ὀνόμασι: : γίγνεται
γὰρ εὐπάθεια τοῦ λογισμοῦ τὸ πάθος οὐκ
ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος
ἐν τοῖς σωφρονοῦσιν. οἱ δὲ φαῦλοι καὶ
ἀκρατεῖς τί πάσχουσιν, ὅταν τὸν πατέρα
καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ
ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται,
τὴν δ᾽ ἑταίραν καὶ τὸν κόλακα κρίναντες, 2 εὐθὺς καὶ
φιλῶσιν; εἰ γὰρ τὸ πάθος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.