next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ τῆς ἀρετῆς βουλευόμεθα καὶ διαποροῦμεν, εἰ διδακτόν ἐστι τὸ φρονεῖν τὸ δικαιοπραγεῖν τὸ εὖ ζῆν: εἶτ᾽ οὐ 1 θαυμάζομεν, εἰ ῥητόρων μὲν ἔργα καὶ κυβερνητῶν καὶ ἁρμονικῶν καὶ οἰκοδόμων καὶ γεωργῶν μυρία γ᾽ 2 ἐστίν: ἀγαθοὶ δ᾽ ἄνδρες ὀνομάζονται καὶ λέγονται μόνον, ὡς ἱπποκένταυροι καὶ γίγαντες καὶ κύκλωπες, ἔργον δ᾽ ἀμεμφὲς εἰς ἀρετὴν καὶ ἀκέραιον 3 οὐκ ἔστιν εὑρεῖν οὐδὲ πάθους ἀκέραιον ἦθος καὶ ἄθικτον αἰσχροῦ βίον 4 ἀλλ᾽ εἰ καί τι καλὸν φύσις αὐτομάτως ἐκφέρει, τοῦτο πολλῷ τῷ ἀλλοτρίῳ, καθάπερ ὕλῃ καρπὸς ἀγρίᾳ καὶ ἀκαθάρτῳ μιγνύμενος, 5 ἐξαμαυροῦται. ψάλλειν μανθάνουσιν οἱ ἄνθρωποι καὶ ὀρχεῖσθαι καὶ ἀναγιγνώσκειν γράμματα καὶ γεωργεῖν καὶ ἱππεύειν ὑποδεῖσθαι μανθάνουσι περιβάλλεσθαι καὶ ἀλείφεσθαι: οἰνοχοεῖν διδάσκουσιν ὀψοποιεῖν ταῦτ᾽ ἄνευ τοῦ μαθεῖν οὐκ ἔστι χρησίμως; ποιεῖν. δι᾽ δὲ ταῦτα πάντα, τὸ εὖ βιοῦν , ἀδίδακτον καὶ ἄλογον καὶ ἄτεχνον καὶ αὐτόματον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: