Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Σίβυλλαν
καὶ Ἀριστονίκαν καὶ ὅσαι διὰ μέτρων
ἐθεμίστευσαν; ‘ὁ μὲν γὰρ οἶνος’ ὡς ἔλεγε Χαιρήμων 1 ‘τοῖς
τρόποις κεράννυται τῶν πινόντων’ ὁ δὲ μαντικὸς ἐνθουσιασμός,
ὥσπερ ὁ ἐρωτικός, [p. 59] χρῆται τῇ ὑποκειμένῃ δυνάμει
καὶ κινεῖ τῶν δεξαμένων ἕκαστον καθ᾽ ὃ πέφυκεν.’
‘οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες, ὀψόμεθα
πρὸς τὸ βέλτιον γεγενημένην τὴν μεταβολήν.
ἀμοιβῇ γὰρ ἔοικε νομίσματος ἡ τοῦ λόγου χρεία, καὶ δόκιμον καὶ
αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώριμον, ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν
λαμβάνοντος. ἦν οὖν ὅτε λόγου νομίσμασιν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.