Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὰ πλείονα, οἶμαι. πρῶτον μὲν γάρ,
ὥσπερ εἴρηται, τὰ πλεῖστα κἀκεῖναι καταλογάδην ἀπεφθέγγοντο. δεύτερον δὲ καὶ σωμάτων ἤνεγκε κράσεις καὶ
φύσεις ὁ χρόνος ἐκεῖνος εὔρουν τι καὶ φορὸν ἐχούσας πρὸς ποίησιν,
αἷς εὐθὺς ἐπεγίγνοντο προθυμίαι καὶ ὁρμαὶ καὶ παρασκευαὶ ψυχῆς
ἑτοιμότητα ποιοῦσαι μικρᾶς ἔξωθεν ἀρχῆς καὶ παρατροπῆς 1 τοῦ φανταστικοῦ
δεομένην, 2 ὡς εὐθὺς ἕλκεσθαι πρὸς τὸ
οἰκεῖον μόνον, ὡς λέγει Φιλῖνος, ἀστρολόγους καὶ φιλοσόφους, ἀλλ᾽ ἐν
οἴνῳ τε πολλῷ καὶ πάθει 3 γιγνομένων, οἴκτου τινος ὑπορρυέντος ἢ
χαρᾶς προσπεσούσης, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.