Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ παρθένος ὡς ἀληθῶς τὴν
ψυχὴν τῷ θεῷ σύνεστιν. ἀλλ᾽ ἡμεῖς ἐρωδιοῖς οἰόμεθα καὶ τροχίλοις
καὶ κόραξι χρῆσθαι φθεγγομένοις σημαίνοντα
τὸν θεόν, καὶ οὐκ ἀξιοῦμεν, ᾗ θεῶν ἄγγελοι καὶ κήρυκές εἰσι,
λογικῶς ἕκαστα καὶ σαφῶς 1 φράζειν τὴν δὲ τῆς Πυθίας φωνὴν καὶ
διάλεκτον ὥσπερ ... 2 ἐκ θυμέλης, οὐκ ἀνήδυντον οὐδὲ λιτὴν ἀλλ᾽ ἐν
μέτρῳ καὶ ὄγκῳ καὶ πλάσματι καὶ
μεταφοραῖς ὀνομάτων καὶ μετ᾽ αὐλοῦ φθεγγομένην παρέχειν 3 ἀξιοῦμεν.’
‘τί οὖν φήσομεν περὶ τῶν παλαιῶν; οὐχ ἓν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.