Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ αὐτῷ 1
προϋπάρχουσαν ἕξιν ἢ δύναμιν ἢ φύσιν μεταχειρίσαιτο, μουσικῶς κινῶν 2
νοῦν ἄμουσον ἢ γραμματικῶς τὸν ἀγράμματον ἢ λογίως τὸν ἐν λόγοις
ἀθεώρητον καὶ ἀνάσκητον; οὐκ ἔστιν
εἰπεῖν.’
‘μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος, 3 αἰτίας μὲν ‘ἄνευ θεοῦ’ 4 οὐδὲν ὡς
ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον, οὐ μὴν πᾶσι πρὸς πάντα
χρώμενον ποιῶν τὸν θεόν, ἀλλ᾽ ἑκάστῳ καθ᾽ ἣν ἔχει τέχνην ἢ
δύναμιν. ἢ γὰρ οὐχ ὁρᾷς, εἶπεν, ὦ;
φίλε Διογενιανέ, [p. 56] τὴν Ἀθηνᾶν, ὅτε πεῖσαι βούλεται
τοὺς Ἀχαιούς, τὸν Ὀδυσσέα παρακαλοῦσαν, ὅτε συγχέαι τὰ ὅρκια, τὸν
Πάνδαρον ζητοῦσαν, ὅτε τρέψασθαι τοὺς Τρῶας, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.