Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα
κύκλῳ καταφερομένων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν
ὑπ᾽ ἀνάγκης φερομένων κάτω δὲ φύσει
ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός,
οὕτως ὁ καλούμενος ἐνθουσιασμὸς ἔοικε μῖξις εἶναι κινήσεων δυοῖν,
τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα τὴν δ᾽ ὡς πέφυκε κινουμένης. ὅπου
γὰρ ἀψύχοις σώμασι καὶ κατὰ ταὐτὰ
μονίμοις οὐκ ἔστι χρήσασθαι παρ᾽ ὃ πέφυκε βιαζόμενον, οὐδὲ κινῆσαι
σφαιρικῶς κύλινδρον ἢ κυβικῶς 1 ἢ λύραν αὐλητικῶς ἢ σάλπιγγα
κιθαριστικῶς: ἀλλ᾽ οὐχ ἕτερον 2 ὡς ἔοικε τὸ τεχνικῶς ἑκάστῳ χρῆσθαι
καὶ ὡς πέφυκεν: ἦπου τὸ ἔμψυχον καὶ
αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις ἢ κατὰ τὴν ἐν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.