Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀγνοούντων. ὕστερον δὲ
τῶν πραγμάτων αὐτῷ ταραττομένων, ἔπεμψεν ἐνταῦθα Κλεότιμον τὸν
ἀδελφὸν ἐν ἀπορρήτῳ μαντευσόμενον περὶ φυγῆς αὐτοῦ καὶ μεταστάσεως. ἀνεῖλεν οὖν ὁ θεὸς διδόναι
Προκλεῖ φυγὴν καὶ μετάστασιν, ὅπου τὸν φορμὸν ἐκέλευσε καταθέσθαι τὸν
Αἰγινήτην ξένον ἢ ὅπου τὸ κέρας; ἀποβάλλει ὁ ἔλαφος. συνεὶς οὖν
ὁ τύραννος, ὅτι κελεύει καταποντίζειν αὑτὸν ἢ κατορύττειν ὁ θεὸς ( οἱ γὰρ ἔλαφοι κατορύττουσι καὶ
ἀφανίζουσι κατὰ τῆς γῆς ὅταν ἐκπέσῃ τὸ κέρας), ἐπέσχεν
ὀλίγον χρόνον, εἶτα τῶν πραγμάτων παντάπασι μοχθηρῶν [p. 52]
γενομένων, ἐξέπεσε. λαβόντες δ᾽ αὐτὸν οἱ τοῦ Τιμάρχου ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.