Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ περὶ
τῶν υἱέων, ἀνεῖλεν ὡς οἱ τρεῖς τυραννήσοιεν: ὑποτυχόντος δὲ τοῦ Δεινομένους ‘οἰμωξόμενοί γ᾽ ὦ δέσποτ᾽
Ἄπολλον,’ καὶ τοῦθ᾽ οἱ 1 ἔφη διδόναι καὶ προσαναιρεῖν; ἴστε
τοίνυν, ὅτι Γέλων μὲν ὑδρωπιῶν Ἱέρων δὲ λιθιῶν ἐτυράννησεν ὁ δὲ
τρίτος Θρασύβουλος ἐν στάσεσι καὶ πολέμοις γενόμενος χρόνον οὐ πολὺν ἐξέπεσε τῆς ἀρχῆς. Προκλῆς
τοίνυν ὁ Ἐπιδαύρου τύραννος ἄλλους τε πολλοὺς ὠμῶς καὶ παρανόμως
ἀνεῖλε καὶ Τίμαρχον ἀπ᾽ Ἀθηνῶν παραγενόμενον μετὰ χρημάτων πρὸς
αὐτὸν ὑποδεξάμενος καὶ φιλοφρονηθεὶς ἀπέκτεινε, καὶ τὸ σῶμα κατεπόντισεν ἐμβαλὼν εἰς φορμόν: ἔπραξε δὲ
ταῦτα διὰ Κλεάνδρου τοῦ Αἰγινήτου, τῶν ἄλλων ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.