Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῶν δ᾽ ἐνταῦθα πολλοὺς ἴσμεν 1 χρησοὺς καὶ
τότε καταλογάδην ἐκφερομένους καὶ περὶ πραγμάτων οὐ τῶν τυχόντων:
Λακεδαιμονίοις τε γάρ, ὡς Θουκυδίδης 2
ἱστόρηκε, περὶ τοῦ πρὸς Ἀθηναίους πολέμου χρωμένοις ἀνεῖλε νίκην καὶ
κράτος, 3 καὶ βοηθήσειν αὐτὸς καὶ παρακαλούμενος καὶ ἀπαράκλητος: 4 καὶ
Παυσανίαν 5 εἰ μὴ καταγάγοιεν ‘ἀργυρέᾳ εὐλάκᾳ 6 εὐλάξειν 7’
Ἀθηναίοις δὲ περὶ τῆς ἐν Σικελίᾳ [p. 51] μαντευομένοις
στρατιᾶς προσέταξε τὴν ἐξ Ἐρυθρῶν ἱέρειαν ἀνάγειν τῆς Ἀθηνᾶς:
ἐκαλεῖτο δ᾽ Ἡσυχία τὸ γύναιον. Δεινομένους δὲ τοῦ Σικελιώτου
μαντευομένου ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.