Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ φάρμακον δοῦναι
τῇ ἀρτοποιῷ, 1 καὶ κελεῦσαι [p. 47] διαπλάσασαν ἄρτον ἐξ
αὐτοῦ τῷ Κροίσῳ παραθεῖναι 2 τὴν δ᾽ ἀρτοποιὸν κρύφα τῷ Κροίσῳ
φράσαι, παραθεῖναι δὲ τοῖς ἐκείνης παισὶ τὸν ἄρτον. ἀνθ᾽ ὧν
βασιλεύσαντα τὸν Κροῖσον οἷον ἐπὶ μάρτυρι τῷ θεῷ τὴν χάριν ἀμείψασθαι τῆς γυναικός, εὖ γε ποιοῦντ᾽
ἐκεῖνον.
ὅθεν, εἶπεν, ἄξιον δὴ καὶ τῶν πόλεων εἴ τι τοιοῦτόν ἔστιν
ἀνάθημα τιμᾶν καὶ ἀγαπᾶν, 3 οἷον τὸ Ὀπουντίων. ἐπεὶ γὰρ οἱ
Φωκέων τύραννοι πολλὰ τῶν χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων συγχέαντες
ἔκοψαν νόμισμα καὶ διέσπειραν εἰς
τὰς πόλεις, Ὀπούντιοι συναγαγόντες ὅσον 4 ἀργύριον, 5 ὑδρίαν 6 ἔπεμψαν 7
ἐνθάδε τῷ θεῷ καὶ καθιέρωσαν. ἐγὼ δὲ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.