Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. ὁ δὲ
Μολιονιδῶν φόνος ὑφ᾽ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος,
ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι: τοὐναντίον γὰρ ἦν
αὐτοῖς προσῆκον εἴργειν, εἰ διὰ τοῦτο
Κορινθίοις προσεκεκρούκεσαν.’ ἐγὼ μὲν οὖν ταῦτ᾽ εἶπον.
ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον ἡμῖν ἔδειξεν ὁ
περιηγητὴς χωρίον, ἐν ᾧ Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι
σιδηροῖ, δυσχεράνας ὁ Διογενιανὸς ‘ἦν
ἄρα τῆς αὐτῆς’ ἔφη πόλεως ‘Ῥοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.