Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καλὸν 1 ἢ τῆς περὶ μέλη καὶ
ᾠδὰς εὐφωνίας 2 μετεῖναι, καὶ
πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι: ‘τοὺς δὲ
πολλοὺς τῶν χρησμῶν ὁρῶμεν 3 καὶ τοῖς
μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους.’
παρὼν οὖν [p. 33] Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων 4
‘εἶτ᾽’ ἔφη ‘ταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι, τολμῶμεν
5
αὖ πάλιν, ὡς λείπεται 6 κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν,
καὶ οὐ 7
χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα
πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν 8 κρίσιν προκατειλημμένην ὑπὸ φαύλης
συνηθείας’ ὑπολαβὼν οὖν Βόηθος ὁ γεωμέτρης ῾ οἶσθα γὰρ τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.