Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ χαλκὸν
ἀποκείμενον: ὧν συγχυθέντων καὶ συντακέντων,
ὄνομα τοῦ χαλκοῦ τῷ μείζονι τὸ πλῆθος 1 παρέσχεν. ὁ δὲ Θέων ὑπολαβών ‘ἄλλον’
ἔφη ‘λόγον ἡμεῖς ἀκηκόαμεν πανουργέστερον: ὡς ἀνὴρ ἐν Κορίνθῳ
χαλκοτύπος, ἐπιτυχὼν θήκῃ χρυσίον ἐχούσῃ πολὺ καὶ δεδοικὼς φανερὸς
γενέσθαι, κατὰ μικρὸν ἀποκόπτων καὶ
ὑπομιγνὺς ἀτρέμα τῷ χαλκῷ, θαυμαστὴν λαμβάνοντι κρᾶσιν, ἐπίπρασκε
πολλοῦ διὰ τὴν χρόαν καὶ τὸ κάλλος ἀγαπώμενον. ἀλλὰ καὶ ταῦτα
κἀκεῖνα μῦθόσἐστιν: ἦν δέ τις ὡς ἔοικε μῖξις καὶ ἄρτυσις, ὥς που
καὶ νῦν ἀνακεραννύντες
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.