Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τε πολλὴν χάριν
ἔχουσα, καὶ τὸ 1
μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτε ἀντίτυπον
πρὸς τὰς ἀποκρίσεις: ὥστε καὶ βραχὺ
συγγενόμενον εὐθὺς εἰπεῖν ‘τέκος ἀγαθοῦ πατρός.’ οἶσθα γὰρ
Διογενιανὸν ἀνδρῶν ἄριστον. βάς. αὐτὸς μὲν οὐκ
εἶδον, ὦ Φιλῖνε, πολλοῖς δ᾽ ἐντετύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος
τάνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν. ἀλλὰ τίν᾽ ἀρχὴν 2
ἔσχον οἱ λόγοι καὶ πρόφασιν;
φιλ. ἐπέραινον 3 οἱ
περιηγηταὶ τὰ συντεταγμένα, μηδὲν ἡμῶν φροντίσαντες δεηθέντων ἐπιτεμεῖν
τὰς ῥήσεις καὶ τὰ πολλὰ τῶν ἐπιγραμμάτων.
τὸν δὲ ξένον ἡ μὲν ἰδέα καὶ τὸ τεχνικὸν τῶν ἀνδριάντων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.