Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ πάλιν συνάγει,’ μᾶλλον δ᾽ οὐδὲ πάλιν οὐδ᾽ ὕστερον
ἀλλ᾽ ἅμα συνίσταται καὶ ἀπολείπει 1 καὶ
‘πρόσεισι καὶ ἄπεισι,’ ὅθεν οὐδ᾽ εἰς τὸ εἶναι περαίνει τὸ
γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδ᾽ ἵστασθαι 2 τὴν γένεσιν, ἀλλ᾽
ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα
παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτ᾽
ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας;
ταῖς ἐπιγιγνομέναις. ἀλλ᾽ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἢδη
τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος 3
ἔλεγε, ‘πυρὸς θάνατος ἀέρι γένεσις, καὶ
ἀέρος θάνατος; ὕδατι γένεσις,'’ ἀλλ᾽ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.