next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, φίλε Σαραπίων, ἐνέτυχον πρῴην, Δικαίαρχος Εὐριπίδην 1 οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν:
'οὐ βούλομαι πλουτοῦντι. δωρεῖσθαι πένης,
μὴ μ᾽ ἄφρονα κρίνῃς διδοὺς αἰτεῖν δοκῶ.
χαρίζεται; μὲν γὰρ οὐδὲν διδοὺς ἀπ᾽ ὀλίγων μικρὰ τοῖς πολλὰ κεκτημένοις, ἀπιστούμενος δ᾽ ἀντὶ μηδενὸς διδόναι κακοηθείας καὶ ἀνελευθερίας προσλαμβάνει δόξαν. ὅρα δὴ ὅσον ἐλευθεριότητι καὶ κάλλει τὰ χρηματικὰ δῶρα λείπεται τῶν ἀπὸ λόγου σοφίας, 2 καὶ διδόναι καλόν ἐστι καὶ διδόντας ἀνταιτεῖν ὅμοια παρὰ τῶν λαμβανόντων. ἐγὼ γοῦν πρὸς σὲ καὶ διὰ σὲ 3 τοῖς αὐτόθι φίλοις τῶν Πυθικῶν λόγων ἐνίους ὥσπερ ἀπαρχὰς; ἀποστέλλων, ὁμολογῶ προσδοκᾶν ἑτέρους καὶ πλείονας καὶ βελτίονας παρ᾽ ὑμῶν, ἅτε δὴ καὶ πόλει χρωμένων μεγάλῃ καὶ σχολῆς [p. 2] μᾶλλον ἐν βιβλίοις πολλοῖς καὶ παντοδαπαῖς διατριβαῖς εὐπορούντων. δ᾽ οὖν φίλος Ἀπόλλων ἔοικε τὰς μὲν περὶ τὸν βίον ἀπορίας ἰᾶσθαι καὶ διαλύειν θεμιστεύων τοῖς χρωμένοις, τὰς δὲ περὶ τὸν λόγον αὐτὸς ἐνιέναι καὶ προβάλλειν τῷ φύσει φιλοσόφῳ, τῆ ψυχῇ 4 ὄρεξιν ἐμποιῶν ἀγωγὸν ἐπὶ τὴν ἀλήθειαν, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι καὶ τῇ 5 τοῦ Ε 6 καθιερώσει. τοῦτο γὰρ εἰκὸς οὐ κατὰ τύχην οὐδ᾽ οἷον ἀπὸ κλήρου τῶν γραμμάτων μόνον ἐν προεδρίᾳ παρὰ τῷ θεῷ γενέσθαι καὶ λαβεῖν ἀναθήματος τάξιν ἱεροῦ καὶ θεάματος ἀλλ᾽ δύναμιν αὐτοῦ κατιδόντας ἰδίαν καὶ περιττὴν συμβόλῳ χρωμένους πρὸς ἕτερόν τι τῶν ἀξίων σπουδῆς τοὺς ἐν ἀρχῇ περὶ 7 τὸν θεὸν φιλοσοφήσαντας, οὕτω προσέσθαι. πολλάκις οὖν ἄλλοτε τὸν λόγον ἐν τῇ σχολῇ προβαλλόμενον ἐκκλίνας ἀτρέμα καὶ παρελθὼν , ἔναγχος ὑπὸ τῶν υἱῶν ἐλήφθην ξένοις τισὶ συμφιλοτιμούμενος, οὓς εὐθὺς ἐκ Δελφῶν ἀπαίρειν μέλλοντας οὐκ ἦν εὐπρεπὲς παράγειν οὐδὲ παραιτεῖσθαι, πάντως ἀκοῦσαί τι προθυμουμένους. ὡς δὲ καθίσας παρὰ 8 τὸν νεὼν τὰ μὲν αὐτὸς ἠρξάμην ζητεῖν, τὰ δ᾽ ἐκείνους ἐρωτᾶν, ὑπὸ τοῦ τόπου καὶ τῶν λόγων αὐτῶν : 9 πάλαι ποτὲ καθ᾽ ὃν καιρὸν ἐπεδήμει Νέρων ἠκούσαμεν Ἀμμωνίου καί τινων ἄλλων διεξιόντων, ἐνταῦθα τῆς αὐτῆς ἀπορίας ὁμοίως ἐμπεσούσης. [p. 3]

1 Εὐριπίδην] Nauck. p. 673 (ed. II)

2 Madvigius

3 διὰ σὲ] διὰ σοῦ R

4 malim τῷ φύσει φιλοσόφω τῆς ψυχῆς, cf. Vit. Per. c. 1

5 τῇ R: τῇ περὶ

6 Ε *: ΕΙ

7 περὶ] τὰ περὶ Cobetus

8 παρὰ W: περὶ

9 lacunam significavi. Excidisse vid. ἀνεμνήσθην vel simile quid

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: