previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν 1 συντιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπείρου, 2 ῥητίνης; τε καὶ σμύρνης καὶ ἀσπαλάθου [p. 556] καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν ὧν τὴν μὲν μείζονα τὴν δ᾽ ἐλάττονα καλοῦσι καὶ καρδαμώμου καὶ καλάμου. συντίθενται δ᾽ οὐχ ὅπως ἔτυχεν, ἀλλὰ γραμμάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀναγιγνωσκομένων. τὸν δ᾽ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν 3 τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαγέσθαι 4 προσηκόντως ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν, ἀλλὰ τὰ 5 πλεῖστα τῶν συλλαμβανομένων ἀρωματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν μεθίησιν ἀναθυμίασιν, ὑφ᾽ ἧς τ᾽ ἀὴρ τρεπόμενος καὶ τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως 6 καὶ προσηνῶς 7 ὑπνοῖ τε καὶ 8 κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον ἅμματα χαλᾷ καὶ διαλύει: καὶ τὸ φανταστικὸν καὶ δεκτικὸν ὀνείρων μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ ποιεῖ καθαρώτερον οὐδὲν ἧττον τὰ κρούματα τῆς λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ θεραπεύοντες;. τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθησιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμβλύνει καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν [p. 557] ἀναδομάτων 9 ὑπὸ λειότητος: ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν ὕπνον ἐγγίγνεσθαι λέγουσιν, ὅταν τῆς τροφῆς ἀναθυμίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα καὶ ψηλαφῶσα ποιῇ 10 τινα γαργαλισμόν. τῷ δὲ κῦφι χρῶνται καὶ πώματι καὶ κράματι: πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς καθαίρειν, ... 11 χρὴ 12 μαλακτικόν. ἄνευ δὲ τούτων ῥητίνη μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα 13 πρὸς τὴν εἵλην 14 τῶν φυτῶν ἐκδακρυόντων. τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν νυκτὶ χαίρει μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν. ἐπεὶ τὸ τῆς ἡμέρας; φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν ἣλιον Πίνδαρος 15 ὁρᾶσθαί φησινἐρήμας 16 δι᾽ αἰθέρος δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολλῶν γέγονε φώτων καὶ δυνάμεων, οἷον σπερμάτων εἰς ἓν ἀπὸ παντὸς ἄστρου καταρρεόντων. εἰκότως οὖν ἐκεῖνα μὲν ὡς ἁπλᾶ καὶ ἀφ᾽ ἡλίου τὴν γένεσιν ἔχοντα δι᾽ ἡμέρας, ταῦτα δ᾽ ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχομένης νυκτὸς ἐπιθυμιῶσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: